Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.140.2 | Hdt. 2.141.5 (English) | >>Hdt. 2.142.4 |
2.141.3 τὸν δʼ ἱρέα ἐς ἀπορίην ἀπειλημένον ἐσελθόντα ἐς τὸ μέγαρον πρὸς τὤγαλμα ἀποδύρεσθαι οἷα κινδυνεύει παθεῖν . ὀλοφυρόμενον δʼ ἄρα μιν ἐπελθεῖν ὕπνον , καί οἱ δόξαι ἐν τῇ ὄψι ἐπιστάντα τὸν θεὸν θαρσύνειν ὡς οὐδὲν πείσεται ἄχαρι ἀντιάζων τὸν Ἀραβίων στρατόν · αὐτὸς γάρ οἱ πέμψειν τιμωρούς .
2.141.4 τούτοισι δή μιν πίσυνον τοῖσι ἐνυπνίοισι , παραλαβόντα Αἰγυπτίων τοὺς βουλομένους οἱ ἕπεσθαι , στρατοπεδεύσασθαι ἐν Πηλουσίῳ · ταύτῃ γὰρ εἰσὶ αἱ ἐσβολαί · ἕπεσθαι δέ οἱ τῶν μαχίμων μὲν οὐδένα ἀνδρῶν , καπήλους δὲ καὶ χειρώνακτας καὶ ἀγοραίους ἀνθρώπους .
2.141.5 ἐνθαῦτα ἀπικομένοισι note τοῖσι ἐναντίοισι αὐτοῖσι ἐπιχυθέντας νυκτὸς μῦς ἀρουραίους κατὰ μὲν φαγεῖν τοὺς φαρετρεῶνας αὐτῶν κατὰ δὲ τὰ τόξα , πρὸς δὲ τῶν ἀσπίδων τὰ ὄχανα , ὥστε τῇ ὑστεραίῃ φευγόντων σφέων γυμνῶν πεσεῖν πολλούς .
2.141.6 καὶ νῦν οὗτος ὁ βασιλεὺς ἕστηκε ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου λίθινος , ἔχων ἐπὶ τῆς χειρὸς μῦν , λέγων διὰ γραμμάτων τάδε · “ἐς ἐμέ τις ὁρέων εὐσεβὴς ἔστω .”
ch. 142
2.142.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.140.2 | Hdt. 2.141.5 (English) | >>Hdt. 2.142.4 |